Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.162 Joseph. AJ 8.167 (English) >>Joseph. AJ 8.172

8.165

Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε· 8.166πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλʼ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς· 8.167ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον προσεδόκα τις ἐπελύετο. 8.168 δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων· 8.169καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δʼ αὐτὴν τε οἶκος δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ τῶν καθʼ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετʼ ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθʼ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς ἐπιμελές.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.162 Joseph. AJ 8.167 (English) >>Joseph. AJ 8.172

Powered by PhiloLogic